Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.240 Joseph. AJ 1.244 (English) >>Joseph. AJ 1.249

1.242

Ἰσάκῳ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι γυναῖκα γνοὺς ἀγαγέσθαι πατὴρ Ἅβραμος Ῥεβέκκαν Ναχώρου παιδὸς θυγατέρα τἀδελφοῦ τὸν πρεσβύτατον πέμπει τῶν οἰκετῶν ἐπὶ τὴν μνηστείαν ἐνδησάμενος μεγάλαις πίστεσι. 1.243γίνονται δὲ αὗται τοῦτον τὸν τρόπον· ὑπὸ τοὺς μηροὺς ἀλλήλοις τὰς χεῖρας ἐπαγαγόντες ἔπειτα ἐπικαλοῦνται τὸν θεὸν μάρτυρα τῶν ἐσομένων. ἔπεμπε δὲ καὶ δῶρα τοῖς ἐκεῖ διὰ τὸ σπάνιον μηδʼ ὅλως ἐπιχωριάζειν ἐκτετιμημένα. 1.244οὗτος ἀπερχόμενος χρόνῳ διὰ τὸ εἶναι χαλεπὴν ὁδεύεσθαι τὴν Μεσοποταμίαν, χειμῶνι μὲν ὑπὸ πηλῶν βάθους, θέρους δʼ ὑπὸ ἀνυδρίας, ἔτι δὲ καὶ λῃστηρίων ὄντων ἐν αὐτῇ, διαφυγεῖν οὐκ ἐνῆν μὴ προνοοῦσι τούτου τοῖς ὁδεύουσιν, εἰς πόλιν ἀφικνεῖται Κάρραν καὶ γενόμενος ἐν τοῖς προαστείοις παρθένοις ἐντυγχάνει πλείοσιν ἐφʼ ὕδωρ βαδιζούσαις· 1.245εὔχεται μὲν οὖν τῷ θεῷ Ῥεβέκκαν, ἣν τῷ παιδὶ Ἅβραμος μνηστευσόμενον ἐξαπέστειλεν, εἰ κατὰ νοῦν τὸν αὐτοῦ μέλλει γάμος οὗτος συντελεῖσθαι, ἐν ἐκείναις εὑρεθῆναι γνωρισθῆναι τε αὐτὴν τῶν μὲν ἄλλων αἰτοῦντι ποτὸν ἀρνουμένων ἐκείνης δὲ αὐτῷ παρασχούσης. 1.246

Καὶ μὲν ἐπὶ ταύτης ὢν τῆς διανοίας ἐπὶ τὸ φρέαρ παραγίνεται καὶ παρακαλεῖ τὰς παρθένους ποτὸν αὐτῷ παρασχεῖν· τῶν δʼ ἐκτρεπομένων ὡς χρῃζουσῶν οἴκαδε κομίζειν, ἀλλʼ οὐκ ἐκείνῳ παρασχεῖν, καὶ γὰρ οὐδʼ εὔληπτον εἶναι τὸ ὕδωρ, μία ἐξ ἁπασῶν ἐκείναις τε τῆς πρὸς τὸν ξένον ἐπιπλήττει δυσκολίας, τίνος ἄλλου κοινωνήσειν πρὸς ἀνθρώπους αὐτάς ποτε, αἳ μηδʼ ὕδατος μετέδοσαν λέγουσα, καὶ παρέχει αὐτῷ φιλοφρόνως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.240 Joseph. AJ 1.244 (English) >>Joseph. AJ 1.249

Powered by PhiloLogic